ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3

<< ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3 >>
Hebrews 3 Greek NT: WH / NA27 / UBS4
 

ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθ' ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν· πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, δὲ πάντα κατασκευάσας θεός. καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς ἐὰν / ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος (μέχρι τέλους βεβαίαν) κατάσχωμεν.

Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον,

σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ
παραπικρασμῷ
κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ
καὶ εἶδον τὰ ἔργα μου 10 τεσσεράκοντα ἔτη·
διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ
καὶ εἶπον. ἀεὶ πλανῶνται τῇ καρδίᾳ
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου,
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου·
εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας— 14 μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν— 15 ἐν τῷ λέγεσθαι,

σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ
παραπικρασμῷ.

16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως; 17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; 19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι' ἀπιστίαν.


<< Hebrews 3 >>
Greek New Testament base text is the Westcott-Hort edition of 1881 with Readings of Nestle27/UBS4 shown via the following notation: [UBS4 only]; (WH only); WH / UBS4; WH ⇔ UBS4.

Punctuation and Paragraph Formatting based on the Public Domain Greek New Testament using Unicode/UTF8 at the Christian Classics Ethereal Library.

Diacritics, morphology and word counts courtesy of MorphGNT.org, derived from the morphologically parsed GNT provided by UPenn's CCAT. Morphology is made available under a Creative Commons by-nc-sa license. For attribution purposes, please credit CCAT and James Tauber.

The GNT text is possible thanks to the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available strictly for scholarly, non-commercial applications.


Biblos.com Online Bible