ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4

<< ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4 >>
2 Timothy 4 Greek NT: Westcott / Hort, UBS4 Variants

1Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· 2κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν 4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 5σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.

6ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν· 7τὸν καλὸν ἀγῶνα ἠγώνισμαι τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν / πᾶσι τοῖς ἠγαπηκόσιν / ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

9Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10Δημᾶς γάρ με ἐγκατέλειπεν / ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11Λουκᾶς ἐστιν μόνος μετ' ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13τὸν φαιλόνην ὃν ἀπέλειπον / ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας. 14Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδώσει αὐτῷ κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.

16ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλειπον / ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 17 δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18ῥύσεταί με κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

19ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλειπον / ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22 κύριος μετὰ τοῦ πνεύματός σου. χάρις μεθ' ὑμῶν.


<< 2 Timothy 4 >>
Greek New Testament base text is the Westcott-Hort edition of 1881 with Readings of Nestle27/UBS4 shown via the following notation: [UBS4 only]; (WH only); WH / UBS4; WH ⇔ UBS4.

Punctuation and Paragraph Formatting based on the Greek New Testament using Unicode/UTF8 at the Christian Classics Ethereal Library.

Diacritics, morphology and word counts courtesy of MorphGNT.org, derived from the morphologically parsed GNT provided by UPenn's CCAT. Morphology is made available under a Creative Commons by-nc-sa license. For attribution purposes, please credit CCAT and James Tauber.

The GNT text is possible thanks to the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available strictly for scholarly, non-commercial applications.


Biblos.com Online Bible