ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13

<< ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13 >>
1 Corinthians 13 Greek NT: WH / NA27 / UBS4
 

ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν κύμβαλον ἀλαλάζον. κἂν / καὶ [ἐὰν] ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν κἂν / καὶ [ἐὰν] ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν / μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου κἂν / καὶ [ἐὰν] παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελοῦμαι.

ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἀγάπη, οὐ ζηλοῖ, [ἡ ἀγάπη] οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

ἀγάπη οὐδέποτε πίπτει· εἴτε δὲ προφητεῖαι καταργηθήσονται· εἴτε γλῶσσαι παύσονται· εἴτε γνῶσις καταργηθήσεται. ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἀγάπη.


<< 1 Corinthians 13 >>
Greek New Testament base text is the Westcott-Hort edition of 1881 with Readings of Nestle27/UBS4 shown via the following notation: [UBS4 only]; (WH only); WH / UBS4; WH ⇔ UBS4.

Punctuation and Paragraph Formatting based on the Public Domain Greek New Testament using Unicode/UTF8 at the Christian Classics Ethereal Library.

Diacritics, morphology and word counts courtesy of MorphGNT.org, derived from the morphologically parsed GNT provided by UPenn's CCAT. Morphology is made available under a Creative Commons by-nc-sa license. For attribution purposes, please credit CCAT and James Tauber.

The GNT text is possible thanks to the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available strictly for scholarly, non-commercial applications.


Biblos.com Online Bible